Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.186 Joseph. AJ 7.191 (English) >>Joseph. AJ 7.195

7.189οὐκ ἐπιβέβλαπτο δʼ εἰς τὸ κάλλος ὑπό τε τῆς λύπης καὶ τοῦ μὴ τυγχάνειν τῆς προσηκούσης ἐπιμελείας υἱῷ βασιλέως, ἀλλʼ ἔτι γὰρ ἐξεῖχε καὶ διέπρεπε πᾶν τῷ τε εἴδει καὶ τῷ μεγέθει τοῦ σώματος καὶ τοὺς ἐν πολλῇ τρυφῇ διαιτωμένους ὑπερέβαλλε. τοσοῦτον μέντοι γε ἦν τὸ βάθος τῆς κόμης, ὡς μόλις αὐτὴν ἡμέραις ἀποκείρειν ὀκτὼ σταθμὸν ἕλκουσαν σίκλους διακοσίους· οὗτοι δʼ εἰσὶ πέντε μναῖ. 7.190διέτριψε μέντοι γε ἐν Ἱεροσολύμοις ἔτη δύο τριῶν μὲν ἀρρένων πατὴρ γενόμενος μιᾶς δὲ θυγατρὸς τὴν μορφὴν ἀρίστης, ἣν Σολόμωνος υἱὸς Ῥοβόαμος ὕστερον λαμβάνει, καὶ γίνεται παιδίον ἐξ αὐτῆς Ἀβίας ὄνομα. 7.191πέμψας δʼ αὐτὸς Ἀψάλωμος πρὸς Ἰώαβον ἐδεῖτʼ αὐτοῦ τελέως καταπραῧναι τὸν πατέρα καὶ δεηθῆναι, ὅπως αὐτῷ συγχωρήσῃ πρὸς αὐτὸν ἐλθόντι θεάσασθαί τε καὶ προσειπεῖν. καταμελήσαντος δὲ Ἰωάβου τῶν ἰδίων τινὰς ἀποστείλας τὴν ὁμοροῦσαν αὐτῷ χώραν ἐπυρπόλησεν. δὲ τὸ πραχθὲν μαθὼν ἧκε πρὸς τὸν Ἀψάλωμον ἐγκαλῶν τε αὐτῷ καὶ τὴν αἰτίαν πυνθανόμενος. 7.192 δέστρατήγημα τοῦτʼ, εἶπεν, εὗρον ἀγαγεῖν σε πρὸς ἡμᾶς δυνάμενον ἀμελοῦντα τῶν ἐντολῶν, ἃς ἵνα μοι τὸν πατέρα διαλλάξῃς ἐποιούμην. καὶ δὴ δέομαί σου παρόντος ἡμερῶσαί μοι τὸν γεγεννηκότα· ὡς ἔγωγε δεινοτέραν τῆς φυγῆς κρίνω τὴν κάθοδον ἔτι τοῦ πατρὸς ἐν ὀργῇ


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.186 Joseph. AJ 7.191 (English) >>Joseph. AJ 7.195

Powered by PhiloLogic